A crumb for a little dog

21Καὶ ἐξελθὼν ἐκεῖθεν ὁ Ἰησοῦς ἀνεχώρησεν εἰς τὰ μέρη Τύρου καὶ Σιδῶνος. 22Καὶ ἰδού, γυνὴ Χαναναία ἀπὸ τῶν ὁρίων ἐκείνων ἐξελθοῦσα ἐκραύγασεν αὐτῷ, λέγουσα· «Ἐλέησόν με, Κύριε, Υἱὲ Δαυίδ· ἡ θυγάτηρ μου κακῶς δαιμονίζεται.» 23Ὁ δὲ οὐκ ἀπεκρίθη αὐτῇ λόγον. Καὶ προσελθόντες οἱ μαθηταὶ αὐτοῦ ἠρώτων αὐτόν, λέγοντες, «Ἀπόλυσον αὐτήν, ὅτι κράζει ὄπισθεν ἡμῶν.» 24Ὁ δὲ ἀποκριθεὶς εἶπεν, «Οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ.» 25Ἡ δὲ ἐλθοῦσα προσεκύνησεν αὐτῷ λέγουσα, «Κύριε, βοήθει μοι.» 26Ὁ δὲ ἀποκριθεὶς εἶπεν, «Οὐκ ἔστιν καλὸν λαβεῖν τὸν ἄρτον τῶν τέκνων καὶ βαλεῖν τοῖς κυναρίοις.» 27Ἡ δὲ εἶπεν, «Ναί, Κύριε, καὶ γὰρ τὰ κυνάρια ἐσθίει ἀπὸ τῶν ψιχίων τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τῶν κυρίων αὐτῶν.» 28Τότε ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτῇ· «Ὦ γύναι, μεγάλη σου ἡ πίστις. Γενηθήτω σοι ὡς θέλεις.» Καὶ ἰάθη ἡ θυγάτηρ αὐτῆς ἀπὸ τῆς ὥρας ἐκείνης.