The last week

The triumphal entry—Sunday, 03/31/30 AD

1Καὶ ὅτε ἤγγισαν εἰς Ἱεροσόλυμα καὶ ἦλθον εἰς Βηθσφαγῆ, πρὸς τὸ Ὄρος τῶν Ἐλαιῶν, τότε ὁ Ἰησοῦς ἀπέστειλεν δύο μαθητάς, 2λέγων αὐτοῖς· «Πορεύθητε εἰς τὴν κώμην τὴν ἀπέναντι ὑμῶν, καὶ εὐθέως εὑρήσετε ὄνον δεδεμένην, καὶ πῶλον μετ᾿ αὐτῆς. Λύσαντες ἀγάγετέ μοι. 3Καὶ ἐάν τις ὑμῖν εἴπῃ τι, ἐρεῖτε ὅτι ‹Ὁ Κύριος αὐτῶν χρείαν ἔχει›· εὐθέως δὲ ἀποστέλλει αὐτούς.» 4Τοῦτο δὲ ὅλον γέγονεν ἵνα πληρωθῇ τὸ ῥηθὲν διὰ τοῦ προφήτου, λέγοντος· 5«Εἴπατε τῇ θυγατρὶ Σιών, ‹Ἰδού, ὁ βασιλεύς σου ἔρχεταί σοι, πραῢς καὶ ἐπιβεβηκὼς ἐπὶ ὄνον, καὶ πῶλον, υἱὸν ὑποζυγίου.› » 6Πορευθέντες δὲ οἱ μαθηταὶ καὶ ποιήσαντες καθὼς προσέταξεν αὐτοῖς ὁ Ἰησοῦς, 7ἤγαγον τὴν ὄνον καὶ τὸν πῶλον. Καὶ ἐπέθηκαν ἐπάνω αὐτῶν τὰ ἱμάτια αὐτῶν, καὶ ἐπεκάθισεν ἐπάνω αὐτῶν. 8Ὁ δὲ πλεῖστος ὄχλος ἔστρωσαν αὐτῶν τὰ ἱμάτια ἐν τῇ ὁδῷ, ἄλλοι δὲ ἔκοπτον κλάδους ἀπὸ τῶν δένδρων καὶ ἐστρώννυον ἐν τῇ ὁδῷ. 9Οἱ δὲ ὄχλοι οἱ προάγοντες καὶ οἱ ἀκολουθοῦντες ἔκραζον, λέγοντες· «Ὡσαννὰ τῷ Υἱῷ Δαυίδ.» «Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.» «Ὡσαννὰ ἐν τοῖς ὑψίστοις.» 10Καὶ εἰσελθόντος αὐτοῦ εἰς Ἱεροσόλυμα, ἐσείσθη πᾶσα ἡ πόλις, λέγουσα, «Τίς ἐστιν οὗτος;» 11Οἱ δὲ ὄχλοι ἔλεγον, «Οὗτός ἐστιν Ἰησοῦς, ὁ προφήτης ὁ ἀπὸ Ναζαρὲτ τῆς Γαλιλαίας.»